- νῦν δ ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμιον, καὶ παλαιῷ Λακρατείδῃ τὸ σκέλος βαρύνεται, οἴχεται. (Aristophanes, Acharnians, Parodos, trochees1)
(아리스토파네스, Acharnians, Parodos, trochees1)
- ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν. (Aristotle, Agon, antepirrheme 1:20)
(아리스토텔레스, Agon, antepirrheme 1:20)
- τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι ἐσθέμεναι προσφῦσα, τὴν δὲ Συρίαν θεὸν οἱ δεισιδαίμονες νομίζουσιν, ἂν μαινίδας τις ἢ ἀφύας φάγῃ, τὰ ἀντικνήμια διεσθίειν, ἕλκεσι τὸ σῶμα πιμπράναι, συντήκειν τὸ ἧπαρ. (Plutarch, De superstitione, section 10 8:1)
(플루타르코스, De superstitione, section 10 8:1)
- ἀμέλει δὲ δεινὸς καὶ ἕλκη ἔχειν ἐν τοῖς ἀντικνημίοις καὶ προσπταίσματα ἐν τοῖς δακτύλοις καὶ μὴ θεραπεῦσαι ἀλλ ἐᾶσαι θηριωθῆναι: (Theophrastus, Characters, 3:1)
(테오프라스토스, Characters, 3:1)
- Ὅκου δὲ κιρσὸς ἔνεστιν ἐπ ἀντικνημίου ἢ περιφανὴς ἢ κατὰ τῆς σαρκὸς, καί ἐστι μέλαν τὸ ἀντικνήμιον, καὶ δοκέει δεῖσθαι αἷμα ἀπ αὐτοῦ ἀποῤῬυῆναι, οὐ χρὴ τὰ τοιαῦτα κατακρούειν οὐδαμῶς‧ ὡς γὰρ ἐπιτοπολὺ ἕλκεα μεγάλα γίνεται ἐκ τῶν σχασμάτων διὰ τοῦ κιρσοῦ τὴν ἐπιῤῬοήν‧ ἀλλὰ χρὴ αὐτὸν τὸν κιρσὸν ἀποκεντέειν ἄλλοτε καὶ ἄλλοτε, ὅπη ἂν δοκέῃ καιρὸς εἶναι. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 25.1)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 25.1)
- Ἢν μὲν γὰρ ἀπαιωρῆται ὁ ποὺς, τῆς ἄλλης κνήμης ἡρματισμένης, ἀνάγκη κατὰ τὸ ἀντικνήμιον τὰ ὀστέα κυρτὰ φαίνεσθαι‧ ἢν δὲ ἡ μὲν πτέρνη ὑψηλοτέρη ᾖ τοῦ μετρίου ἡρματισμένη, ἡ δὲ ἄλλη κνήμη ὑπομετέωρος ᾖ, ἀνάγκη τὸ ὀστέον τοῦτο κατὰ τὸ ἀντικνήμιον κοιλότερον φανῆναι τοῦ μετρίου, προσέτι καὶ ἢν ἡ πτέρνη τυγχάνῃ ἐοῦσα τοῦ ἀνθρώπου φύσει μεγάλη. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 23.2)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 23.2)
- ταῦτα δ ἀγασθεὶς ὁ Κῦρος, τοῦ μὲν ταξιάρχου τὴν ἐπίνοιαν, τῶν δὲ τὴν πειθώ, ὅτι ἅμα μὲν ἐγυμνάζοντο, ἅμα δ ηὐθυμοῦντο, ἅμα δ ἐνίκων οἱ εἰκασθέντες τῇ τῶν Περσῶν ὁπλίσει, τούτοις δὴ ἡσθεὶς ἐκάλεσέ τε ἐπὶ δεῖπνον αὐτοὺς καὶ ἐν τῇ σκηνῇ ἰδών τινας αὐτῶν ἐπιδεδεμένους, τὸν μέν τινα ἀντικνήμιον, τὸν δὲ χεῖρα, ἠρώτα τί πάθοιεν. (Xenophon, Cyropaedia, , chapter 3 23:1)
(크세노폰, Cyropaedia, , chapter 3 23:1)