- Σπερχειὲ ποταμὲ βουνόμοι τ ἐπιστροφαί. (Aristophanes, Frogs, Lyric-Scene, trochees 1:6)
(아리스토파네스, Frogs, Lyric-Scene, trochees 1:6)
- ἴδιον δέ τινα καὶ παρηλλαγμένον ὅλως λόγον ὁ Ἴστρος ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἀττικῶν ἀναφέρει περὶ Αἴθρας, ὡς ἐνίων λεγόντων Ἀλέξανδρον μὲν τὸν Πάριν ἐν Θεσσαλίᾳ ὑπ Ἀχιλλέως καὶ Πατρόκλου μάχῃ κρατηθῆναι παρὰ τὸν Σπερχειόν, Ἕκτορα δὲ τὴν Τροιζηνίων πόλιν λαβόντα διαρπάσαι καὶ τὴν Αἴθραν ἀπάγειν ἐκεῖ καταλειφθεῖσαν. (Plutarch, chapter 34 2:1)
(플루타르코스, chapter 34 2:1)
- στρατὸς δ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ διώλλυθ, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος δίψῃ πονοῦντες, οἱ δ ὑπ ἄσθματος κενοὶ διεκπερῶμεν ἔς τε Φωκέων χθόνα καὶ Δωρίδ αἰᾶν, Μηλιᾶ τε κόλπον, οὗ Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ: (Aeschylus, Persians, episode 6:2)
(아이스킬로스, 페르시아인들, episode 6:2)
- κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλος Τραχινίαν τε δειράδ ἠδ ἐς εὔροον Σπερχειὸν ἔσται: (Sophocles, Philoctetes, episode 2:14)
(소포클레스, 필록테테스, episode 2:14)
- ὅς νιν ποντοπόρῳ δούρατι, πλήθει πολλῶν μηνῶν, πατρίαν ἄγει πρὸς αὐλὰν Μαλιάδων νυμφᾶν Σπερχειοῦ τε παρ ὄχθας, ἵν ὁ χάλκασπις ἀνὴρ θεοῖς πλάθει πατρὸς θείῳ πυρὶ παμφαής, Οἴτας ὑπὲρ ὄχθων. (Sophocles, Philoctetes, choral, antistrophe 22)
(소포클레스, 필록테테스, choral, antistrophe 22)
- πρώτη μέν νυν πόλις ἐστὶ ἐν τῷ κόλπῳ ἰόντι ἀπὸ Ἀχαιίης Ἀντικύρη, παρ ἣν Σπερχειὸς ποταμὸς ῥέων ἐξ Ἐνιήνων ἐς θάλασσαν ἐκδιδοῖ. (Herodotus, The Histories, book 7, chapter 198 3:1)
(헤로도토스, The Histories, book 7, chapter 198 3:1)
- εὐθὺς οὖν τῇ ἐπιούσῃ νυκτί, οὐ καθότι ἦν τὰ ἀρχαῖα τῷ ποταμῷ ζεύγματα ἀλλὰ ἐς τὸ κάτω, ὡς μή τις τοῖς Ἕλλησι διαβαινόντων γένοιτο αἴσθησις, καὶ ᾗ μάλιστα ὁ Σπερχειὸς διεχεῖτο ἐς πλέον τοῦ πεδίου καὶ ἕλος τε ἐποίει καὶ λίμνην ἀντὶ βιαίου καὶ στενοῦ ῥεύματος, κατὰ τοῦτο ὁ Βρέννος ὅσον μυρίους τῶν Γαλατῶν ἀπέστειλεν, ὁπόσοι τε νεῖν ἠπίσταντο ἐξ αὐτῶν καὶ ὅστις τῷ μήκει τοῦ σώματος ἐτύγχανεν ὢν ὑπὲρ τοὺς πολλούς: (Pausanias, Description of Greece, , chapter 20 11:1)
(파우사니아스, Description of Greece, , chapter 20 11:1)
- ἔξω δὲ Πυλῶν εὐθὺς ὁ Σπερχειὸς ἐκδίδωσιν. (Strabo, Geography, Book 9, chapter 4 25:3)
(스트라본, 지리학, Book 9, chapter 4 25:3)
- ἀπέχει δὲ Λαμίας ὁ Σπερχειὸς περὶ τριάκοντα σταδίους ὑπερκειμένης πεδίου τινὸς καθήκοντος ἐπὶ τὸν Μαλιακὸν κόλπον: (Strabo, Geography, Book 9, chapter 5 12:5)
(스트라본, 지리학, Book 9, chapter 5 12:5)