Σικελία?
First declension Noun; Feminine
Transliteration: Sikelia
Principal Part:
Σικελία
Structure:
Σικελι
(Stem)
+
α
(Ending)
Declension
First declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἰὼ Σικελία καὶ σὺ δ ὡς ἀπόλλυσαι. (Aristophanes, Peace, Prologue, anapests 3:1)
- Πλάτων, οὐκ ἂν ἠλευθερώθη ἡ Σικελία. (Plutarch, An Recte Dictum Sit Latenter Esse Vivendum, section 4 5:1)
- "μὲν ἐν γράμμασι λόγους περὶ νόμων καὶ πολιτείας ἀπέλιπε, πολὺ δὲ κρείττονας ἐνεποίησε τοῖς ἑταίροις ἀφ ὧν Σικελία διὰ Δίωνος ἠλευθεροῦτο καὶ Θρᾴκη διὰ Πύθωνος καὶ Ἡρακλείδου Κότυν ἀνελόντων, Ἀθηναίων δὲ Χαβρίαι στρατηγοὶ καὶ Φωκίωνες ἐξ Ἀκαδημείας ἀνέβαινον. (Plutarch, Adversus Colotem, section 32 1:11)
- μετροῦντες, ἐὰν νῆσον οἰκῶμεν διακοσίων σταδίων, ἀλλὰ μὴ τεσσάρων ἡμερῶν ὥσπερ ἡ Σικελία περίπλουν ἔχουσαν, ὀδυνᾶν ἑαυτοὺς καὶ θρηνεῖν ὀφείλομεν ὡς κακοδαιμονοῦντες· (Plutarch, De exilio, section 10 1:1)
- πρὸς ταῦτα ἀντίθεσις πρώτη μέν, ἀλλὰ χαλεπὴ λαβεῖν ἡ Σικελία. (Aristides, Aelius, Ars Rhetorica, , 10:9)
- ἤδη δ ὃ λέγω κἀκεῖνος ἐνεθυμήθη, ὡς ἡδὺ χρῆμα ἐν ἱστορίας γραφῇ μεταβολὴ καὶ ποικίλον, καὶ τοῦτο ἐν δύο ἢ τρισὶ τόποις ἐποίησεν, ἐπί τε τῆς Ὀδρυσῶν ἀρχῆς, δι ἃς αἰτίας ἐγένετο μεγάλη, καὶ ἐπὶ τῶν ἐν Σικελίᾳ πόλεων. (Dionysius of Halicarnassus, Epistula ad Pompeium Geminum, chapter 3 12:3)
- τοῦτο μὲν οὐκ ἄν, ὦ παῖ, φθάνοις καὶ Ἐμπεδοκλεῖ, πρὸ αὐτοῦ ἐγκαλῶν, ὃς ἐς τοὺς κρατῆρας ἥλατο καὶ αὐτὸς ἐν Σικελίᾳ. (Lucian, Fugitivi, (no name) 2:3)
- Αἰσχίνης μέντοι ὁ Σωκρατικός, οὗτος ὁ τοὺς μακροὺς καὶ ἀστείους διαλόγους γράψας, ἧκέν ποτε εἰς Σικελίαν κομίζων αὐτούς, εἴ πως δύναιτο δι αὐτῶν γνωσθῆναι Διονυσίῳ τῷ τυράννῳ, καὶ τὸν Μιλτιάδην ἀναγνοὺς καὶ δόξας εὐδοκιμηκέναι λοιπὸν ἐκάθητο ἐν Σικελίᾳ παρασιτῶν Διονυσίῳ καὶ ταῖς Σωκράτους διατριβαῖς ἐρρῶσθαι φράσας. (Lucian, De parasito sive artem esse parasiticam, (no name) 32:2)
- ὁ δὲ Πλάτων ὑμῶν ὁ γενναιότατος καὶ αὐτὸς μὲν ἧκεν εἰς Σικελίαν ἐπὶ τούτῳ, καὶ ὀλίγας παρασιτήσας ἡμέρας τῷ τυράννῳ τοῦ παρασιτεῖν ὑπὸ ἀφυίας ἐξέπεσε, καὶ πάλιν Ἀθήναζε ἀφικόμενος καὶ φιλοπονῄσας καὶ παρασκευάσας ἑαυτὸν αὖθις δευτέρῳ στόλῳ ἐπέπλευσε τῇ Σικελίᾳ καὶ δειπνήσας πάλιν ὀλίγας ἡμέρας ὑπὸ ἀμαθίας ἐξέπεσε: (Lucian, De parasito sive artem esse parasiticam, (no name) 34:1)
- εἰ δ οὖν τι καὶ πέπρακται τοιοῦτον ἐν Σικελίᾳ, τοῦτ οὐ Δελφοῖς ἀναγκαῖον πολυπραγμονεῖν, εἰ μὴ ἀντὶ ἱερέων ἤδη δικασταὶ εἶναι ἀξιοῦμεν καί, δέον θύειν καὶ τἆλλα θεραπεύειν τὸν θεὸν καὶ συνανατιθέναι εἰ πέμψειέ τις, σκοποῦντες καθήμεθα εἴ τινες τῶν ὑπὲρ τὸν Ιὄνιον δικαίως ἢ ἀδίκως τυραννοῦνται. (Lucian, Phalaris, book 2 7:1)