호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καλὸν ἐραστήν, ὦ Γαλάτεια, τὸν Σικελὸν τοῦτον ποιμένα φασὶν ἐπιμεμηνέναι σοί.? Μὴ σκῶπτε, Δωρί: Ποσειδῶνος γαρ υἱός ἐστιν, ὁποῖος ἂν ᾖ Τί οὖν· εἰ καὶ τοῦ Διὸς αὐτοῦ παῖς ὢν ἄγριος οὕτω καὶ λάσιος ἐφαίνετο καί, τὸ πάντων ἀμορφότατον, μονόφθαλμος, οἰεί τὸ γένος ἄν τι ὀνῆσαι αὐτὸν πρὸς τὴν μορφήν· Οὐδὲ τὸ λάσιον αὐτοῦ καί, ὡς φής, ἄγριον ἄμορφόν ἐστιν - ἀνδρῶδες γάρ - ὅ τε ὀφθαλμὸς ἐπιπρέπει τῷ μετώπῳ οὐδὲν ἐνδεέστερον ὁρῶν ἢ εἰ δὔ ἦσαν. Εοἴκας, ὦ Γαλάτεια, οὐκ ἐραστὴν ἀλλ᾿ ἐρώμενον ἔχειν τὸν Πολύφημον, οἱᾶ ἐπαινεῖς αὐτόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기