호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φίλιστος δὲ Θουκυδίδῃ μᾶλλον ἂν δόξειεν ἐοικέναι καὶ κατ ἐκεῖνον κοσμεῖσθαι τὸν χαρακτῆρα.? οὔτε γὰρ ὑπόθεσιν εἴληφε πολυωφελῆ καὶ κοινήν, ἀλλὰ μίαν καὶ ταύτην τοπικήν: διῄρηκε δ αὐτὴν εἰς γραφὰς δύο, Περὶ Σικελίας μὲν τὴν προτέραν ἐπιγράφων, Περὶ Διονυσίου δὲ τὴν ὑστέραν. ἔστι δὲ μία: καὶ τοῦτο γνοίης ἂν ἀπὸ τοῦ τέλους τῆς Σικελικῆς. τάξιν δὲ οὐ τὴν κρατίστην ἀποδέδωκε τοῖς δηλουμένοις ἀλλὰ δυσπαρακολούθητον, χεῖρον τῆς Θουκυδίδου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기