- 텍스트

Unknown, Greek Anthology, book 2, chapter 1 25:

(작자 미상, Greek Anthology, book 2, chapter 1 25:)

Στησίχορον δ ἐνόησα λιγύθροον, ὅν ποτε γαῖα Σικελικὴ μὲν ἔφερβε, λύρης δ ἐδίδαξεν Ἀπόλλων ἁρμονίην, ἔτι μητρὸς ἐνὶ σπλάγχνοισιν ἐόντα:? τοῦ γὰρ τικτομένοιο καὶ ἐς φάος ἄρτι μολόντος ἔκποθεν ἠερόφοιτος ἐπὶ στομάτεσσιν ἀηδὼν λάθρῃ ἐφεζομένη λιγυρὴν ἀνεβάλλετο μολπήν. χαῖρέ μοι Ἀβδήρων Δημόκριτε κῦδος ἀρούρης, ὅττι σὺ καλλιτόκοιο φυῆς ἐφράσσαο θεσμούς, λεπτὰ διακρίνων πολυϊ´δμονος ὄργια Μούσης:?

상위

Greek Anthology

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION