호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω:? ὡς ἡνίκ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν. τίς ἆρ ὁ φεύγων· οὗτος. ὅσον ἁλώσεται. ἀκούετ ἤδη τῆς γραφῆς. ἐγράψατο κύων Κυδαθηναιεὺς Λάβητ Αἰξωνέα τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος. θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ. καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα. ὦ μιαρὸς οὗτος: ὡς δὲ καὶ κλέπτον βλέπει, οἱο῀ν σεσηρὼς ἐξαπατήσειν μ οἰέται. ποῦ δ <ἔσθ> ὁ διώκων, ὁ Κυδαθηναιεὺς κύων·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기