- πρῶτοι δ οἱ Θρᾷκες ἐχώρουν, ὧν μάλιστά φησιν ἐκπλαγῆναι τὴν ὄψιν, ἄνδρες ὑψηλοὶ τὰ σώματα, λευκῷ καὶ περιλάμποντι θυρεῶν καὶ περικνημίδων ὁπλισμῷ μέλανας ὑπενδεδυμένοι χιτῶνας, ὀρθὰς δὲ ῥομφαίας βαρυσιδήρους ἀπὸ τῶν δεξιῶν ὤμων ἐπισείοντες, παρὰ δὲ τοὺς Θρᾷκας οἱ μισθοφόροι παρενέβαλλον, ὧν σκευαί τε παντοδαπαὶ, καὶ μεμιγμένοι Παίονες ἦσαν ἐπὶ δὲ τούτοις ἄγημα τρίτον οἱ λογάδες, αὐτῶν Μακεδόνων ἀρετῇ καὶ ἡλικίᾳ τὸ καθαρώτατον, ἀστράπτοντες ἐπιχρύσοις ὅπλοις καὶ νεουργοῖς φοινικίσιν. (Plutarch, Aemilius Paulus, chapter 18 3:1)
(플루타르코스, Aemilius Paulus, chapter 18 3:1)
- προετάχθησαν δὲ τῶν τε Ἀγριάνων καὶ τῶν τοξοτῶν οἵ τε πρόδρομοι ἱππεῖς καὶ οἱ Παίονες, ὧν Ἀρέτης καὶ Ἀρίστων ἡγοῦντο. (Arrian, Anabasis, book 3, chapter 12 3:1)
(아리아노스, Anabasis, book 3, chapter 12 3:1)
- Οἱ δὲ Παίονές εἰσιν ἔθνος μέγα παρὰ τὸν Ἴστρον, ἐπίμηκες ἐξ Ιἀπόδων ἐπὶ Δαρδάνους, Παίονες μὲν ὑπὸ τῶν Ἑλλήνων λεγόμενοι, καὶ ῥωμαϊστὶ Παννόνιοι, συναριθμούμενοι δὲ ὑπὸ Ῥωμαίων τῇ Ἰλλυρίδι, ὡς προεῖπον. (Appian, The Foreign Wars, chapter 3 3:1)
(아피아노스, The Foreign Wars, chapter 3 3:1)
- Μάλιστα δ ἠνώχλησαν αὐτὸν Σαλασσοί τε καὶ Ιἄποδες οἱ πέραν Ἄλπεων καὶ Σεγεστανοὶ καὶ Δαλμάται καὶ Δαισιτιᾶται καὶ Παίονες, ὄντες ἑκὰς τοῖς Σαλασσοῖς, οἳ κορυφὰς οἰκοῦσι τῶν Ἄλπεων, ὄρη δύσβατα, καὶ στενὴ δίοδός ἐστιν ἐπ αὐτὰ καὶ δυσχερής: (Appian, The Foreign Wars, chapter 4 2:1)
(아피아노스, The Foreign Wars, chapter 4 2:1)
- καὶ οὐ πόλεις ᾤκουν οἱ Παίονες οἵδε, ἀλλ ἀγροὺς ἢ κώμας κατὰ συγγένειαν: (Appian, The Foreign Wars, chapter 4 7:5)
(아피아노스, The Foreign Wars, chapter 4 7:5)
- ἔνδοξοι δ εἰσὶν ἐκ Μακεδόνων δι Ἀγριᾶνας, οἳ τὰ μέγιστα Φιλίππῳ καὶ Ἀλεξάνδρῳ κατεργασάμενοι Παίονές εἰσι τῶν κάτω Παιόνων, Ἰλλυριοῖς ἔποικοι. (Appian, The Foreign Wars, chapter 3 3:3)
(아피아노스, The Foreign Wars, chapter 3 3:3)