- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

Ἀττικός?

First/Second declension Adjective; 고유 Transliteration: Attikos

Principal Part: Ἀττικός Ἀττική Ἀττικόν

Structure: Ἀττικ (Stem) + ος (Ending)

Etym.: ἀκτή

Sense

  1. Attic, Athenian

Examples

  • ὃν αὔξει μὲν πόλεμος, εἰρήνη δ οὐ τρέφει - ἀλλ ὁ τὴν χώραν γεωργῶν καὶ ὁ τὴν θάλατταν πλέων καὶ πᾶς ὁ τὸν ἡσύχιον βίον ἠγαπηκώς, ᾧ τὴν Ἀττικὴν ἐτείχισα, τοὺς ὁρ´ους τῆς χώρας περιβαλὼν οὐ λίθοις ἀλλὰ τῇ τῆς πόλεως ἀσφαλείᾳ. (Demades, On the Twelve Years, 2:6)
  • ὡς δὲ πλησίον ἔστη τῆς Ἀττικῆς ὁ πολέμιος,ἡ χώρα δὲ εἰς τὴν πόλιν κατεκλείετο, καὶ τὸ περιμάχητον καὶ θαυμαζόμενον ὑπὸ πάντων ἄστυ βοῶν καὶ προβάτων ὥσπερ ἔπαυλις καὶ τῶν βοσκημάτων ἐπληροῦτο, βοηθείας δ οὐδαμόθεν ἦν ἐλπίς, ἔγραψα τὴν εἰρήνην. (Demades, On the Twelve Years, 14:2)
  • προσδόκιμος ἦν εἰς τὴν Ἀττικὴν ὁ κίνδυνος. (Demades, On the Twelve Years, 19:1)
  • μετὰ βραχὺ δὲ καὶ αἱ τῶν Μακεδόνων ἐπιδορατίδες ἥπτοντ ἤδη τῆς Ἀττικῆς, καὶ γειτνιώσης τῆς συμφορᾶς καὶ τῆς Ἑλλάδος κατεπτηχυίας, ἔδει καταψᾶν καὶ τιθασεύειν τὴν ὀργὴν τοῦ βασιλέως ἠρεθισμένην κατὰ τοῦ δήμου. (Demades, On the Twelve Years, 20:1)
  • πολέμιον αἷμα καὶ Μακεδονικὸν πῦρ εἰς τὴν Ἀττικὴν ὑποδέχεσθαι ἦν οὐ καλόν, οὐδὲ σιωπᾶν καὶ καρτερεῖν ὁρῶντα καταδυομένην ὥσπερ ναῦν τὴν πόλιν. (Demades, On the Twelve Years, 27:1)
  • ταῦτα οὕτως ἰσχυρῶς περιελήλυθε τοὺς πολλοὺς ὥστε ἐπειδάν τις ἀποθάνῃ τῶν οἰκείων, πρῶτα μὲν φέροντες ὀβολὸν εἰς τὸ στόμα κατέθηκαν αὐτῷ, μισθὸν τῷ πορθμεῖ τῆς ναυτιλίας γενησόμενον, οὐ πρότερον ἐξετάσαντες ὁποῖον τὸ νόμισμα νομίζεται καὶ διαχωρεῖ παρὰ τοῖς κάτω, καὶ εἰ δύναται παρ ἐκείνοις Ἀττικὸς ἢ Μακεδονικὸς ἢ Αἰγιναῖος ὀβολός, οὐδ ὅτι πολὺ κάλλιον ἦν μὴ ἔχειν τὰ πορθμεῖα καταβαλεῖν οὕτω γὰρ ἂν οὐ παραδεξαμένου τοῦ πορθμέως ἀναπόμπιμοι πάλιν εἰς τὸν βίον ἀφικνοῦντο. (Lucian, (no name) 10:1)
  • ἵνα δέ σοι δῶ αὐτὰ ἐκεῖνα κεκρικέναι, ὅσα ὁ Καλλῖνος εἰς κάλλος ἢ ὁ ἀοίδιμος Ἀττικὸς σὺν ἐπιμελείᾳ τῇ πάσῃ ἔγραψαν,^ σοὶ τί ὄφελος, ὦ θαυμάσιε, τοῦ κτήματος οὔτε εἰδότι τὸ κάλλος αὐτῶν οὔτε χρησομένῳ ποτὲ οὐδὲν μᾶλλον ἢ τυφλὸς ἄν τις ἀπολαύσειε κάλλους παιδικῶν· (Lucian, Adversus indoctum et libros multos ementem, (no name) 2:1)
  • Ἀττικός: (Dionysius of Halicarnassus, De Dinarcho, chapter 11 4:3)
  • ἐν μὲν οὖν ταῖς μικραῖς κτήσεσιν ὁ Ἀττικὸς τρόπος τῆς διαθέσεως τῶν ἐπικαρπιῶν χρήσιμος: (Aristotle, Economics, Book 1 40:1)
  • ὀ` ὀ` ὀ` παπαπαπαῖ, ὠς γλυκερὸ τὸ γλῶσς, ὤσπερ Ἀττικὸς μέλις. (Aristophanes, Thesmophoriazusae, Episode35)

Synonyms

  1. Attic

Related

명사

형용사

동사

Source: Ancient Greek entries from Wiktionary

Find this word at Wiktionary

SEARCH

MENU NAVIGATION