호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"μὴ οἱ καλεῖν οὕτω δεδωκότες τοῖς ἑστιῶσι καὶ τὸ πείθεσθαι τοῖς καλουμένοις καὶ βαδίζειν δεδώκασιν οὔτε γὰρ διδόναι καλὸν οὔτ : "αἰτεῖν ὃ διδόναι μὴ καθῆκεν, οὔθ ὅλως παρακαλεῖν ἃ μὴ δεῖ παρακαλεῖσθαι μηδ ὁμολογεῖν μηδὲ πράττειν. "τὰ μὲν οὖν πρὸς ἡγεμόνας ἢ ξένους οὐκ ἔχει κλῆσιν οὐδ αἱρ´εσιν, ἀλλὰ δεῖ δέχεσθαι τοὺς μετ αὐτῶν παραγιγνομένους. "ἄλλως δὲ φίλον ἑστιῶντα φιλικώτερον μέν ἐστι τὸ καλεῖν αὐτόν, ὡς οὐκ : "ἀγνοοῦντα τοὺς γνωρίμους αὐτοῦ καὶ συνήθεις ἢ οἰκείους: "μείζων γὰρ ἡ τιμὴ καὶ ἡ χάρις, ὡς μὴ λανθάνοντος, ὅτι τούτους ἀσπάζεται μάλιστα καὶ τούτοις ἥδιστα σύνεστι καὶ χαίρει τιμωμένοις ὁμοίως καὶ παρακαλουμένοις. "οὐ μὴν ἀλλ ἔστιν ὅτε ποιητέον ἐπ αὐτῷ, καθάπερ οἱ θεῷ θύοντες ἅμα συμβώμοις καὶ συννάοις κοινῶς συνεπεύχονται καὶ καθ ἕκαστον ἐκείνων μὴ ὀνομάζοντες: "οὔτε γὰρ ὄψον οὔτ οἶνος οὔτε μύρον οὕτως ἡδέως διατίθησιν, ὡς σύνδειπνος εὔνους καὶ προσηνής. ἀλλὰ τὸ μὲν ὄψοις καὶ πέμμασιν οἱοίς ὁ μέλλων ἑστιᾶσθαι μάλιστα χαίρει, καὶ περὶ οἴνων διαφορᾶς καὶ μύρων ἐρωτᾶν καὶ διαπυνθάνεσθαι, φορτικὸν κομιδῇ καὶ νεόπλουτον: "ᾧ δὲ πολλοὶ φίλοι καὶ οἰκεῖοι καὶ συνήθεις εἰσίν, αὐτὸν παρακαλεῖν ἐκείνων, οἷς ἂν ἥδιστα συγγίγνοιτο καὶ μεθ ὧν εὐφραίνεται παρόντων, μάλιστα τούτους ἄγειν οὐκ ἀηδὲς οὐδ ἄτοπον. "οὔτε γὰρ τὸ συμπλεῖν οὔτε τὸ συνοικεῖν οὔτε τὸ συνδικάζειν, μεθ ὧν οὐ βούλεταί τις, οὕτως ἀηδές, ὡς τὸ συνδειπνεῖν, καὶ τοὐναντίον ἡδύ: "κοινωνία γάρ ἐστι καὶ σπουδῆς καὶ παιδιᾶς καὶ λόγων καὶ πράξεων τὸ συμπόσιον. "ὅθεν οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς προσφιλεῖς εἶναι δεῖ καὶ συνήθεις ἀλλήλοις, ὡς ἡδέως συνεσομένους. "ὄψα μὲν γὰρ οἱ μάγειροι σκευάζουσιν ἐκ χυμῶν διαφόρων, αὐστηρὰ καὶ λιπαρὰ καὶ γλυκέα καὶ δριμέα συγκεραννύντες: "σύνδειπνον δὲ χρηστὸν οὐκ ἂν γένοιτο καὶ κεχαρισμένον ἀνθρώπων ὁμοφύλων μηδ ὁμοιοπαθῶν εἰς ταὐτὸ συμφθαρέντων. "ἐπεὶ δέ, ὥσπερ οἱ Περιπατητικοὶ λέγουσι, τὸ μὲν πρῶτον φύσει κινοῦν μὴ κινούμενον δ εἶναι, τὸ δ ἔσχατον κινούμενον μηδὲ ἓν δὲ κινοῦν: "μεταξὺ δ ἀμφοῖν τὸ καὶ κινοῦν ἕτερα καὶ κινούμενον ὑφ ἑτέρων:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기