호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὧν ἕνεκα νοῦν ἔχων οὐδεὶσ τολμήσει ποτὲ εἰσ αὐτὸ τιθέναι τὰ νενοημένα ὑπ’ αὐτοῦ, καὶ ταῦτα εἰσ ἀμετακίνητον, ὃ δὴ πάσχει τὰ γεγραμμένα τύποισ. τοῦτο δὲ πάλιν αὖ τὸ νῦν λεγόμενον δεῖ μαθεῖν. κύκλοσ ἕκαστοσ τῶν ἐν ταῖσ πράξεσι γραφομένων ἢ καὶ τορνευθέντων μεστὸσ τοῦ ἐναντίου ἐστὶν τῷ πέμπτῳ ‐ τοῦ γὰρ εὐθέοσ ἐφάπτεται πάντῃ ‐ αὐτὸσ δέ, φαμέν, ὁ κύκλοσ οὔτε τι σμικρότερον οὔτε μεῖζον τῆσ ἐναντίασ ἔχει ἐν αὑτῷ φύσεωσ. ὄνομά τε αὐτῶν φαμεν οὐδὲν οὐδενὶ βέβαιον εἶναι, κωλύειν δ’ οὐδὲν τὰ νῦν στρογγύλα καλούμενα εὐθέα κεκλῆσθαι τά τε εὐθέα δὴ στρογγύλα, καὶ οὐδὲν ἧττον βεβαίωσ ἕξειν τοῖσ μεταθεμένοισ καὶ ἐναντίωσ καλοῦσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기