호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τίτοσ δὲ Οὐίνιοσ ὁ τοῦ στρατηγικοῦ τάγματοσ ἡγεμὼν αὐτοῖσ εἶπεν· "ὦ Γάλβα, τίνα τρόπον βουλεύεσθε ; "τὸ γὰρ ζητεῖν Νέρωνι εἰ πιστοὶ μενοῦμεν, οὐκ ἤδη μενόντων ἐστίν, ὡσ οὖν ὑπάρχοντοσ ἐχθροῦ Νέρωνοσ οὐ δὴ προετέον τὴν τοῦ Οὐίνδικοσ φιλίαν, ἢ καὶ κατηγορητέον εὐθὺσ αὐτοῦ καὶ πολεμητέον, ὅτι σὲ βούλεται Ῥωμαίουσ ἔχειν ἄρχοντα μᾶλλον ἢ Νέρωνα τύραννον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기