호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ἐγὼ εἶπον ὅτι τοῦτο εἰ φαίνοιτό σοι οὕτωσ ἔχειν, πολλῶν ἂν εἰήσ λόγων ἐμὲ ἀπολελυκώσ. οὐ μὴν ἄλλῳ γέ ποτ’ ἔφην ἐντετυχηκέναι τοῦθ’ ηὑρηκότι, ἀλλὰ ἡ πολλή μοι πραγματεία περὶ τοῦτ’ εἰή· σὺ δὲ ἴσωσ μὲν ἀκούσασ του, τάχα δ’ ἂν θείᾳ μοίρᾳ κατὰ τοῦθ’ ὁρμήσασ, ἔπειτα αὐτοῦ τὰσ ἀποδείξεισ ὡσ ἔχων βεβαίωσ οὐ κατέδησασ, ἀλλ’ ᾄττει σοι τοτὲ μὲν οὕτωσ, τοτὲ δὲ ἄλλωσ περὶ τὸ φανταζόμενον, τὸ δὲ οὐδέν ἐστιν τοιοῦτον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기