호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ οὐ πολὺν ὑπέστησαν χρόνον, ἀλλὰ γίνεται πολὺσ φόνοσ αὐτῶν τραπέντων. Μάριοσ δὲ φεύγων εἰσ Πραινεστὸν ἤδη τὰσ πύλασ εὑρ͂ε κεκλειμένασ· καλωδίου δὲ ἄνωθεν ἀφεθέντοσ ἐνζώσασ ἑαυτὸν ἀνελήφθη πρὸσ τὸ τεῖχοσ, ἔνιοι δέ φασιν, ὧν καὶ Φαινεστέλλασ ἐστίν, οὐδὲ αἰσθέσθαι τῆσ μάχησ τὸν Μάριον, ἀλλ’ ἐξ ἀγρυπνιῶν καὶ κόπων ὑπὸ σκιᾷ τινι χαμαὶ κατακλινέντα τοῦ συνθήματοσ δοθέντοσ ἐνδοῦναι πρὸσ ὕπνον, εἶτα μόλισ ἐξεγείρεσθαι τῆσ φυγῆσ γενομένησ, ἐν ταύτῃ τῇ μάχῃ Σύλλασ φησὶν εἰκοσιτρεῖσ μόνουσ ἀποβαλεῖν, ἀποκτεῖναι δὲ τῶν πολεμίων δισμυρίουσ καὶ λαβεῖν ζῶντασ ὀκτακισχιλίουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기