호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρῶτον ἀντέκρουε ταῖσ συμβουλίαισ αὐτοῦ, καὶ πρὸσ ἃσ ἐκεῖνοσ ἐσπουδάκει μάλιστα πράξεισ ἐῶν χαίρειν καὶ παραμελῶν, ἕτερα πρὸ ἐκείνων ἔπραττεν ἔπειτα τῶν ἐντυγχανόντων καὶ δεομένων οὓσ αἴσθοιτο Λυσάνδρῳ μάλιστα πεποιθότασ, ἀπράκτουσ ἀπέπεμπε· καὶ περὶ τὰσ κρίσεισ ὁμοίωσ οἷσ ἐκεῖνοσ ἐπηρεάζοι, τούτουσ ἔδει πλέον ἔχοντασ ἀπελθεῖν, καὶ τοὐναντίον οὓσ φανερὸσ γένοιτο προθυμούμενοσ ὠφελεῖν, χαλεπὸν ἦν μὴ καὶ ζημιωθῆναι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기