호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς τὸ αὐτό πλέγμασι μὲν σκοπός ἐστι περισφίγξαι πετεηνῶν ἔθνεα καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους:? αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι, οὐδὲ καλύπτω ἔνδοθεν, ἀλλ εἴργω μᾶλλον ἐπειγομένους. οὐδέ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψ ἡμετέρης διαδὺς πλέγμα λινοστασίης. ὄρνεά που σῴζω: μερόπεσσι δὲ λέκτρα φυλάσσω. ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기