- 텍스트

Unknown, Greek Anthology, Volume III, book 9, chapter 626

(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 626)

εἰς ἕτερον λουτρὸν ὀνομαζόμενον Ἔρωτα μητέρα Κύπριν ἔλουσεν Ἔρως ποτὲ τῷδε λοετρῷ, αὐτὸς ὑποφλέξας λαμπάδι καλὸν ὕδωρ.? ἱδρὼς δ ἀμβροσίοιο χυθεὶς χροὸς ἄμμιγα λευκοῖς ὕδασι, φεῦ πνοιῆς ὅσσον ἀνῆψεν ἐάρ: ἔνθεν ἀεὶ ῥοδόεσσαν ἀναζείουσιν ἀυτμήν, ὡς ἔτι τῆς χρυσῆς λουομένης Παφίης, εἰς τὸ αὐτό τᾷδ ὑπὸ τὰς πλατάνους ἁπαλῷ τετρυμένος ὕπνῳ εὗδεν Ἔρως, Νύμφαις λαμπάδα παρθέμενος.?

상위

Greek Anthology, Volume III

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION