호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς λουτρὸν ἐν Σμύρνῃ χῶρος, τίς μερόπων σε λιπαυγέα τὸ πρὶν ἐόντα πλούσιον ἐν φέγγει θήκατο λουομένοις·? τίς δὲ καὶ αἰθαλόεντι ῥύπῳ πεπαλαγμένον ἄρτι, κεῖνον ἀιστώσας, φαιδρὸν ἔδειξε δόμον· φρὴν σοφὴ ὡς πᾶσιν Θεοδωριάς, ὣς ἐτεὸν δὴ κἀν τούτῳ καθαρὴν δεικνύμενος κραδίην ὃς γὰρ ἐὼν πόλιος κτεάνων ταμίης τε πατήρ τε, κέρδεσιν ἐξ αὐτῶν οὐκ ἐμίηνε χέρας. πήματος αὐτὸν ἄτερ σῷζε τεῇ παλάμῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기