- 텍스트

Unknown, Greek Anthology, Volume III, book 9, chapter 597

(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 597)

ἐν Ἀναζάρβῳ νωθρὸς ἐγὼ τελέθεσκον ἀπ ἰξύος ἐς πόδας ἄκρους τῆς πρὶν ἐνεργείης δηρὸν ἀτεμβόμενος, ζωῆς καὶ θανάτοιο μεταίχμιον, Αἴ¨δι γείτων, μοῦνον ἀναπνείων, τἆλλα δὲ πάντα νέκυς.? ἀλλὰ σοφός με Φίλιππος, ὃν ἐν γραφίδεσσι δοκεύεις, ζώγρησεν, κρυερὴν νοῦσον ἀκεσσάμενος: αὖθις δ Ἀντωνῖνος, ἅπερ πάρος, ἐν χθονὶ βαίνω, καὶ ποσὶ πεζεύω, καὶ ὅλος αἰσθάνομαι.?

상위

Greek Anthology, Volume III

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION