호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Εὔνομον, ὤπολλον, σύ μὲν οἶσθά με, πῶς ποτ ἐνίκων Σπάρτιν ὁ Λοκρὸς ἐγώ:? πευθομένοις δ ἐνέπω. αἰόλον ἐν κιθάρᾳ νόμον ἔκρεκον, ἐν δὲ μεσεύσᾳ ᾠδᾷ μοι χορδὰν πλᾶκτρον ἀπεκρέμασεν. καί μοι φθόγγον ἑτοῖμον ὁπανίκα καιρὸς ἀπῄτει, εἰς ἀκοὰς ῥυθμῶν τὠτρεκὲς οὐκ ἔνεμεν καί τις ἀπ αὐτομάτω κιθάρας ἐπὶ πῆχυν ἐπιπτὰς τέττιξ ἐπλήρου τοὐλλιπὲς ἁρμονίας. νεῦρα γὰρ ἓξ ἐτίνασσον ὅθ ἑβδομάτας δὲ μελοίμαν χορδᾶς, τὰν τούτω γῆρυν ἐκιχράμεθα: πρὸς γὰρ ἐμὰν μελέταν ὁ μεσαμβρινὸς οὔρεσιν ᾠδὸς τῆνο τὸ ποιμενικὸν φθέγμα μεθηρμόσατο, καὶ μὲν ὅτε φθέγγοιτο σὺν ἀψύχοις τόκα νευραῖς τῷ μεταβαλλομένῳ συμμετέπιπτε θρόῳ.
τοὔνεκα συμφώνῳ μὲν ἔχω χάριν ὃς δὲ τυπωθεὶς χάλκεος ἁμετέρας ἕζεθ ὑπὲρ κιθάρας, εἰς μισσώριον ἔχον Ἀφροδίτην καὶ Ἔρωτας τέσσαρές εἰσιν Ἔρωτες:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기