호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μουσάων Ἑλικωνιάδων ἀρχώμεθ ἀείδειν ἔγραφε ποιμαίνων, ὡς λόγος, Ἡσίοδος.? καὶ ἄνδρα μοι ἔννεπε, Μοῦσα εἶπεν Ὁμηρείῳ Καλλιόπη στόματι: κἀμὲ δὲ δεῖ γράψαι τι προοίμιον. ἀλλά τί γράψω, δεύτερον ἐκδιδόναι βιβλίον ἀρχόμενος· Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διός, οὐκ ἂν ἐσώθην, εἰ μή μοι Καῖσαρ χαλκὸν ἔδωκε Νέρων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기