호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ καὶ ἔτ ἐκ βρέφεος κοιμωμένη Ἀντιοδημὶς πορφυρέων, Παφίης νοσσίς, ἐπὶ κροκύδων, ἡ τακεραῖς λεύσσουσα κόραις μαλακώτερον ὕπνου, Λύσιδος ἀλκυονίς, τερπνὸν ἄθυρμα Μέθης, ὑδατίνους φορέουσα βραχίονας, ἣ μόνη ὀστοῦν οὐ λάχεν ἧ᾿ν γὰρ ὅλη τοὐν ταλάροισι γάλἀ, Ἰταλίην ἤμειψεν, ἵνα πτολέμοιο καὶ αἰχμῆς ἀμπαύσῃ Ῥώμην μαλθακίνῃ χάριτι.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기