- 텍스트

Unknown, Greek Anthology, Volume III, book 9, chapter 504

(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 504)

εἰς τὰς Μούσας Καλλιόπη σοφίην ἡρωίδος εὑρ῀εν ἀοιδῆς:? Κλειὼ καλλιχόρου κιθάρης μελιηδέα μολπὴν Εὐτέρπη τραγικοῖο χοροῦ πολυηχέα φωνὴν Μελπομένη θνητοῖσι μελίφρονα βάρβιτον εὑρ῀ε: Τερψιχόρη χαρίεσσα πόρεν τεχνήμονας αὐλούς: ὕμνους ἀθανάτων Ἐρατὼ πολυτερπέας εὑρ῀ε: τέρψιας ὀρχηθμοῖο Πολύμνια πάνσοφος εὑρ῀εν [ἁρμονίην πάσῃσι Πολύμνια δῶκεν ἀοιδαῖς: κωμικὸν εὑρ῀ε Θάλεια βίον καὶ ἤθεα κεδνά.?

상위

Greek Anthology, Volume III

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION