호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀσκὸν τῶν ἀνέμων ἔλαβέν ποτε δῶρον Ὀδυσσεὺς πόντον ἐπιπλείων χρῆμα γὰρ ἦν τι μέγα.? ἀλλ ἐμὸς Αἰόλος οὗτος ἔχων ἀνεμώλιον ἦτορ, ὄρνεον ἐκπέμπει τῶν ἀνέμων γεμίσας. πνεύματά μοι πτερόεντα, φίλος, ναὶ πνεύματα πέμπεις: οὐ δύναμαι δὲ φαγεῖν θλιβομένους ἀνέμους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기