- 텍스트

Unknown, Greek Anthology, Volume III, book 9, chapter 459

(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 459)

τί ἂν εἴποι Ἀχιλλεὺς ὁρῶν τὸν Ὀδυσσέα ἐν ᾄδῇ ἀτρεκέως πάντων πολυμήχανός ἐστιν Ὀδυσσεύς ζωὸς ἐὼν ἐνόησεν ἃ μὴ θέμις ἐστὶν ἰδέσθαι, νερτέριον κευθμῶνα καὶ ἄλγεα πικρὰ θανόντων.? πῶς δ ἔτλη προλιπεῖν ἱερὸν φάος· ἢ τίς ἀνάγκη ἤγαγεν οὐκ ἐθέλοντα· δόλων ἀκόρητος ἐτύχθη ἐν χθονὶ καὶ πελάγεσσι καὶ ἐν νεκύεσσιν Ὀδυσσεύς.?

상위

Greek Anthology, Volume III

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION