호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡδέα πάντα κέλευθα λάχεν βίος:? ἄστεϊ μέσσῳ εὖχος, ἑταιρεῖαι: κρυπτὰ δόμοισιν ἄχη: ἀγρὸς τέρψιν ἄγει, κέρδος πλόος, ἀλλοδαπὴ χ· χθὼν γνώσιας: ἐκ δὲ γάμων οἶκος ὁμοφρονέει, τοῖς δ ἀγάμοις ἄφροντις ἀεὶ βίος: ἑρ´κος ἐτύχθη πατρὶ τέκος, φροῦδος τοῖς ἀγόνοισι φόβος: ἠνορέην νεότης, πολιὴ φρένας οἶδεν ὀπάσσαι: ἔνθεν θάρσος ἔχων ζῶε, φύτευε γένος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기