- 텍스트

Unknown, Greek Anthology, Volume III, book 9, chapter 437

(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 437)

τήναν τὰν λαύραν, ὅθι ταὶ δρύες, αἰπόλε, κάμψας, σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον, τρισκελές, αὐτόφλοιον, ἀνούατον:? ἀλλὰ φάλητι παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν. ἑρ´κος δ εὐίερον περιδέδρομεν ἀέναον δὲ ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ, ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι ἄμπελος: εἰαρινοὶ δὲ λίγγυφθόγγοισιν ἀοιδαῖς κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη: ξουθαὶ δ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσαι μέλπουσι στόμασιν τὰν μελίγηρυν ὄπα.

ἕζεο δὴ τηνεὶ, καὶ τῷ χαρίεντι Πριάπῳ εὔχου ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους, κεὐθὺς ἀπορρέξαι χίμαρον καλόν. ἢν δ ἀνανεύῃ, τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι: ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω σακίταν νεύοι δ εὐμενέως ὁ θεός.?

상위

Greek Anthology, Volume III

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION