호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆ καλὸν αὐτοπόνητον ἐν αἰθέρι ῥεῦμα μελισσῶν, κἄπλαστοι χειρῶν αὐτοπαγεῖς θαλάμαι, προίκιος ἀνθρώπων βιότῳ χάρις, οὐχὶ μακέλλας, οὐ βοός, οὐ γαμψῶν δευομένα δρεπάνων, γαυλοῦ δὲ σμικροῖο, τόθι γλυκὺ νᾶμα μέλισσα πηγάζει σκήνευς δαψιλὲς ἐξ ὀλίγου.? χαίροιτ εὐαγέες, καὶ ἐν ἄνθεσι ποιμαίνεσθε, αἰθερίου πτηναὶ νέκταρος ἐργάτιδες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기