호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐξ ἐμέθεν λυκάβαντος ὑπηελίοιο θύρετρα, Αὐσονίης θ ^ ὕψος δέρκεται Ηἔλιος.? αὐτὰρ ἐγὼ θαμινῇσι γύην νιφάδεσσι διαίνω, τεύχων εἰαρινῆς ἔγκυον ἀγλαϊής. ἄρχετ Ἄρης ἀπ ἐμεῖο, καὶ ἄνθεα καὶ γλάγος ἡδύ: ἴση δ εἰκοστῷ ἤματι νὺξ τελέθει. ἐντύνοι τημόσδε φυτοσκάφος, ἔρνεα τάμνων, ῥίζᾐ ἐπ ἀγροτέρῃ ἥμερον ἀκρεμόνα. οἴγεται ἄρτι θάλασσα: ἐφοπλίζοιτε δὲ νῆας: ὡρ´ιον ἀκλύστων ἐκτὸς ἄγειν λιμένων.
μεσσάτιος ῥόδου εἰμὶ καὶ ἀργεννοῖο κρίνοιο, καὶ ξανθῆς κεράσου βρίθομαι ἀκρεμόσιν. καρκίνον Ηἔλιος μετανίσσεται: ἀστάχυας δὲ καρφαλέους κείρει γειοπόνος δρεπάνῃ. κρίνω ἐγὼ Δηὼ καὶ ἀχυρμιάς:
ἐν δὲ Λέοντι ἀτρεκέα τελέθει χεύματα Νηιάδων. βρίθω ἐγὼ σταφυλῇ, βρίθω δ ἐπὶ πάσῃ ὀπώρῃ: ᾿: αὖθις δ ἰσοπαλὴς γίνεται ἤματι νύξ. τίς δὲ κ ἐμεῖο πέλοι γλυκερώτερος, ὃς μέθυ χεύω, ληνῷ ἐπεὶ κατάγω Βάκχον ἀπ οἰνοπέδου· εἴ τοι Ἀθηναίης πέλει ἔρνεα, ὡρ´ιον ἤδη καρπὸν ἀποθλίβειν, μνῆστιν ἔχειν καμάτων.
παύσασθαι νειοῦ κέλομαι: γλαγόωντι γὰρ ἤδη σπέρματι ῥιγεδανὴ πηγυλὶς ἀντιάσει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기