- 텍스트

Unknown, Greek Anthology, Volume III, book 9, chapter 377

(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 377)

Τάνταλος οὐδὲν ἔτρωγε:? τινασσομένων γὰρ ὕπερθεν καρπὸς ὑπὲρ κεφαλῆς αὐτὸν ἔφευγε φυτῶν, καὶ διὰ: τοῦτο τροφῆς κεχρημένος ἧττον ἐδίψα: εἰ δὲ καὶ ἔτρωγεν σῦκα πεπαινόμενα, καὶ βραβύλους καὶ μῆλα, τί τηλίκον ἀνδράσι νεκροῖς δίψος ἀπὸ χλωρῶν γίνεται ἀκροδρύων· ἡμεῖς δ ἐσθίομεν κεκλημένοι ἁλμυρὰ πάντα, χέννια, καὶ τυρούς, χηνὸς ἁλιστὰ λίπη, ὄρνια καὶ μόσχεια: μίαν δ ἐπιπίνομεν αὐτοῖς. πάσχομεν οὐκοῦν σεῦ, Τάνταλε, πικρότερα.?

상위

Greek Anthology, Volume III

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION