호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ κύνες, οὐ στάλικές με κατήνυσαν, οὐχὶ κυνηγοὶ δορκάδα τὸν δ ἀπὸ γῆς εἰν ἁλὶ πλῆσα μόρον.? ἐξ ὕλης πόντῳ γὰρ ἐνέδραμον εἶτά με πλεκταὶ ἕλξαν ἐπ αἰγιαλοὺς δικτυβόλων παγίδες. ἤλιτον ἡ χέρσοιο μάτην φυγάς: οὐδ ἀδίκως με εἷλε σαγηνευτὴς τἀμὰ λιποῦσαν ὄρη. οὔποτ ἄγρης, ἁλιῆες, ἔτ ἄστοχον οἴσετε χεῖρα, χέρσῳ καὶ πελάγει κοινὰ πλέκοντες ὕφη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기