호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κράνας εὐύδρου παρὰ νάμασι καὶ παρὰ Νύμφαις, ἔστασέν με Σίμων, Πᾶνα τὸν αἰγιπόδην.? τεῦ δὲ χάριν· λέξω τοι: ὅσον ποθέεις ἀπὸ κράνας καὶ πίε, καὶ κοίλαν κάλπιν ἑλὼν ἄρυσαι: ποσσὶ δὲ μὴ ποτὶ νίπτρα φέρειν κρυστάλλινα Νυμφᾶν δῶρα, τὸν ὑβριστὰν εἰς ἐμὲ δερκόμενος. ὦ σέμν - - οὐ λέξεις ἕτερον λόγον, ἀλλὰ παρέξεις πυγίξαι: τούτοις χρῶμαι ὁ Πὰν νομίμοις. ἢν δὲ ποιῇς ἐπίτηδες, ἔχων πάθος, ἔστι καὶ ἄλλα τέχνα: τῷ ῥοπάλῳ τὰν κεφαλὰν λέπομες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기