- 텍스트

Unknown, Greek Anthology, Volume III, book 9, chapter 316

(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 316)

ὦ τάνδε στείχοντες ἀταρπιτόν, αἴτε ποτ ἀγροὺς δαμόθεν, αἴτ ἀπ ἀγρῶν νεῖσθε ποτ ἀκρόπολιν, ἄμμες ὁρ´ων φύλακες, δισσοὶ θεοί, ὧν ὁ μέν, Ἑρμᾶς, οἱο῀ν ὁρῇς μ, οὗτος δ ἅτερος, Ἡρακλέης:? ἄμφω μὲν θνατοῖς εὐάκοοι, ἀλλὰ ποθ αὑτούς - αἰ ξύνᾷ παραθῇς ἀχράδας, ἐγκέκαφεν ναὶ μὰν ὡσαύτως τοὺς βότρυας, αἴτε πέλονται ὡρ´ιμοι, αἴτε χύδαν ὄμφακες, εὐτρέπικεν. μισέω τὰν μετοχάν, οὐδ ἥδομαι: ἀλλ ὁ φέρων τι, ἀμφίς, μὴ κοινᾷ, τοῖς δυσὶ παρτιθέτω, καὶ λεγέτω: "τὶν τοῦθ, Ἡράκλεες:

ἄλλοτε, τοῦτο Ἑρμᾷ: καὶ λύοι τὰν ἔριν ἀμφοτέρων.?

상위

Greek Anthology, Volume III

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION