호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὄρνι, τί μοι φίλον ὕπνον ἀφήρπασας·? ἡδὺ δὲ Πύρρης εἴδωλον κοίτης ᾤχετ ἀποπτάμενον. ἢ τάδε θρέπτρα τίνεις, ὅτι θῆκά σε, δύσμορε, πάσης ᾠοτόκου κραίνειν ἐν μεγάροις ἀγέλης· ναὶ βωμὸν καὶ σκῆπτρα Σαράπιδος, οὐκέτι νυκτὸς φθέγξεαι, ἀλλ ἕξεις βωμὸν ὃν ὠμόσαμεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기