호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Εὐθηλῆ πλάτανόν με Νότου βαρυλαίλαπες αὖραι ῥίζης ἐξ αὐτῆς ἐστόρεσαν δαπέδοις:? λουσαμένη Βρομίῳ δ ἔστην πάλιν, ὄμβρον ἔχουσα χείματι καὶ θάλπει τοῦ Διὸς ἡδύτερον. ὀλλυμένη δ ἔζησα: μόνη δὲ πιοῦσα Λυαῖον, ἄλλων κλινομένων, ὀρθοτέρη βλέπομαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기