호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐθραύσθης, ἡδεῖα παρ οἰνοπόταισι λάγυνε, νηδύος ἐκ πάσης χευαμένη Βρόμιον.? τηλόθε γὰρ λίθος εἰς σὲ βαρύστονος, οἱᾶ κεραυνός, οὐ Διὸς ἐκ χειρῶν, ἀλλὰ Δίωνος ἔβη. ἦν δὲ γέλως ἐπὶ σοὶ καὶ σκώμματα πυκνά, τυπείσης, καὶ πολὺς ἐξ ἑτάρων γινόμενος θόρυβος. οὐ θρηνῶ σε, λάγυνε, τὸν εὐαστῆρα τεκοῦσαν Βάκχον, ἐπεὶ Σεμέλη καὶ σὺ πεπόνθατ ἴσα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기