호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Γλαῦκος ὁ νησαίοιο διαπλώουσιν ὁδηγὸς πορθμοῦ, καὶ Θασίων ἔντροφος αἰγιαλῶν, πόντου ἀροτρευτὴρ ἐπιδέξιος, οὐδ, ὅτ ἔκνωσσεν, πλαζομένῃ στρωφῶν πηδάλιον παλάμῃ, μυριέτης, ἁλίοιο βίου ῥάκος, οὐδ , ὅτ ἔμελλεν θνῄσκειν, ἐκτὸς ἔβη γηραλέης σανίδος:? τοὶ δὲ κέλυφος ἔκαυσαν ἐπ ἀνέρι, τόφρ ὁ γεραιὸς πλώσῃ ἐπ οἰκείης εἰς ἀίδην ἀκάτου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기