호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μή με τὸν Αἰάντειον ἀνοχμάσσειας, ὁδῖτα, πέτρον, ἀκοντιστὴν στήθεος Ἑκτορέου.? εἰμὶ μέλας τρηχύς τε: σὺ δ εἴρεο θεῖον ὅμηρον, πῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδῳ. νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρης ἄνθρωποι, γενεῆς αἴσχεα λευγαλέης. ἀλλὰ μέ τις κρύψειεν ὑπὸ χθονός: αἰδέομαι γὰρ παίγνιον οὐτιδανοῖς ἀνδράσι γινόμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기