호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κρανίον ἐν τριόδοισι κατοιχομένου τις ἐσαθρῶν εἰκόνα τὴν κοινὴν οὐκ ἐδάκρυσε βίου:? δεξιτερὴν δ ἔρριψεν ἐπὶ χθόνα, καὶ λίθον ἧκεν, κωφὸν μὲν δοκέοντ , ἀλλὰ πνέοντα δίκης. ὀστέον ὡς γὰρ ἔπληξεν, ἀφήλατο, καὶ τὸν ἀφέντα πήρωσεν, γλυκεροῦ βλέμματος ὀρφανίσας. καὶ πάλιν εἰς ἀίδην ἐκολάζετο, τὴν ἰδίην δὲ ἔκλαυσεν χειρῶν εὔστοχον ἀφροσύνην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기