호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίς θεὸν εἶπεν Ἔρωτα·? θεοῦ κακὸν οὐδὲν ὁρῶμεν ἔργον ὁ δ ἀνθρώπων αἵματι μειδιάει. οὐ θοὸν ἐν παλάμαις κατέχει ξίφος· ἠνίδ ἄπιστα τῆς θειοδμήτου σκῦλα μιαιφονίης. μήτηρ μὲν σὺν παιδὶ κατέφθιτο αὐτὰρ ἐπ αὐτοῖς ποίνιμος ἔκτεινεν φῶτα λιθοκτονίη. καὶ ταῦτ οὔτ Αἴ¨δος, οὔτ Ἄρεος, ἔργα δ Ἔρωτος λεύσσομεν, οἷς παίζει κεῖνος ὁ νηπίαχος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기