호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε, μή με γελάσσῃς:? οὐ γὰρ ἐμοὶ μούνῃ ταῦτα τέλεσσε Τύχη. εἰ δέ τις ἐξ Ἀσίης, μὴ πένθεε: Δαρδανικοῖς γὰρ σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις. εἰ δὲ θεῶν τεμένη καὶ τείχεα καὶ ναετῆρας ζηλήμων δηίων ἐξεκένωσεν ἄρης, εἰμὶ πάλιν βασίλεια. σὺ δ, ὦ τέκος, ἄτρομε Ῥώμη, βάλλε καθ Ἑλλήνων σῆς ζυγόδεσμα δίκης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기