호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νηὸς ἐπειγομένης ὠκὺν δρόμον ἀμφεχόρευον δελφῖνες, πελάγους ἰχθυφάγοι σκύλακες.? καπροφόνος δὲ κύων θηρσὶν κείνους ἰκελώσας δύσμορος, ὡς ἐπὶ γῆν εἰς βυθὸν ἐξέθορεν. ὤλετο δ ἀλλοτρίης θήρης χάριν: οὐ γὰρ ἐλαφρὸς πάντων ἐστὶ κυνῶν ὁ δρόμος ἐν πελάγει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기