호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πριομένα κάλλει Γανυμήδεος εἶπέ ποθ Ἥρα, θυμοβόρον ζάλου κέντρον ἔχουσα νόῳ ἄρσεν πῦρ ἔτεκεν Τροία Διί:? τοιγὰρ ἐγὼ πῦρ πέμψω ἐπὶ Τροίᾳ, πῆμα φέροντα Πάριν: ἥξει δ Ἰλιάδαις οὐκ ἀετός, ἀλλ ἐπὶ θοίναν γῦπες, ὅταν Δαναοὶ σκῦλα φέρωσι πόνων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기