호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐταὶ ποιμαίνοντα μεσημβρινὰ μῆλά σε Μοῦσαι ἔδρακον ἐν κραναοῖς οὔρεσιν, Ἡσίοδε, καί σοι καλλιπέτηλον, ἐρυσσάμεναι περὶ πᾶσαι, ὤρεξαν δάφνας ἱερὸν ἀκρεμόνα, δῶκαν δὲ κράνας Ἑλικωνίδος ἔνθεον ὕδωρ, τὸ πτανοῦ πώλου πρόσθεν ἔκοψεν ὄνυξ:? οὗ σὺ κορεσσάμενος μακάρων γένος ἔργα τε μολπαῖς καὶ γένος ἀρχαίων ἔγραφες ἡμιθέων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기