호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γυμνὸν ἰδοῦσα Λάκαινα παλίντροπον ἐκ πολέμοιο παῖδ ἑὸν ἐς πάτραν ὠκὺν ἱέντα πόδα, ἀντίη ἀίξασα δι ἥπατος ἤλασε λόγχαν, ἄρρενα ῥηξαμένα φθόγγον ἐπὶ κταμένῳ:? ἀλλότριον Σπάρτας, εἶπεν, γένος, ἔρρε πρὸς ᾅδαν, ἔρρ, ἐπεὶ ἐψεύσω πατρίδα καὶ γενέταν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기