- 텍스트

Unknown, Greek Anthology, Volume III, book 9, chapter 56

(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 56)

Ἕβρου Θρηικίου κρυμῷ πεπεδημένον ὕδωρ νήπιος εἰσβαίνων οὐκ ἔφυγεν θάνατον ἐς ποταμὸν δ ἤδη λαγαρούμενον ἴχνος ὀλισθὼν, κρυμῷ τοὺς ἁπαλοὺς αὐχένας ἀμφεκάρη.? καὶ τὸ μὲν ἐξεσύρη λοιπὸν δέμας: ἡ δὲ μένουσα ὄψις ἀναγκαίην εἶχε τάφου πρόφασιν. δύσμορος ἧς ὠδῖνα διείλατο πῦρ τε καὶ ὕδωρ: ἀμφοτέρων δὲ δοκῶν, οὐδενός ἐστιν ὅλως.?

상위

Greek Anthology, Volume III

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION