호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ πάρος ἀντιπάλων ἐπιήρανος ἀσπὶς ἀκόντων, ἡ φόνιον στυγνοῦ κῦμα φέρουσα, μόθου, ἄγριον οὐδ ὅτε πόντος ἐπὶ κλόνον ἤλασε φωτί, καὶ πικρὴ ναυτέων ἔπλεθ ἁλιφθορίη, συζυγίης ἀμέλησα:? καλὸν δέ σε φόρτον ἄγουσα, ναὶ φίλος, εὐκταίων ἄχρις ἔβην λιμένων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기