- 텍스트

Unknown, Greek Anthology, Volume III, book 9, chapter 26

(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 26)

τάσδε θεογλώσσους Ἑλικὼν ἔθρεψε γυναῖκας ὕμνοις, καὶ Μακεδὼν Πιερίας σκόπελος, Πρήξιλλαν, Μοιρώ, Ἀνύτης στόμα, θῆλυν Ὅμηρον, Λεσβιάδων Σαπφὼ κόσμον ἐυπλοκάμων, Ἤρινναν, Τελέσιλλαν ἀγακλέα, καὶ σέ, Κόριννα, θοῦριν Ἀθηναίης ἀσπίδα μελψαμέναν, Νοσσίδα θηλύγλωσσον, ἰδὲ γλυκυαχέα Μύρτιν, πάσας ἀενάων ἐργάτιδας σελίδων.? γαῖα τέκεν, θνατοῖς ἄφθιτον εὐφροσύναν.?

상위

Greek Anthology, Volume III

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION