호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων, ὁ πρὶν ὑπαὶ μίτραις κῶλα καθαψάμενος, ὃν Φοίβου χρησμῳδὸς ἀέθλιον ἔστεφε Πυθώ, ὀρνύμενον πτανοῖς ὠκυπέταις ἴκελον, καὶ Νεμέη βλοσυροῖο τιθηνήτειρα λέοντος, Πῖσά τε, καὶ δοιὰς ᾐόνας Ἰσθμὸς ἔχων, νῦν κλοιῷ δειρὴν πεπεδημένος, οἱᾶ χαλινῷ, καρπὸν ἐλᾷ Δηοῦς ὀκριόεντι λίθῳ, ἴσαν μοῖραν ἔχων Ἡρακλέι:? τόσσ1 ἀνύσας δούλαν ζεῦγλαν ἐφηρμόσατο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기