호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὔρεος ἐξ ὑπάτοιο λαγὼς πέσεν ἔς ποτε βένθος, ἐκπροφυγεῖν μεμαὼς τρηχὺν ὀδόντα κυνός:? ἀλλ οὐδ ὣς ἤλυξε κακὸν μόρον αὐτίκα γάρ μιν εἰνάλιος μάρψας πνεύματος ὠρφάνισεν. ἐκ πυρός, ὡς αἶνος, πέσες ἐς φλόγα: ἦ ῥά σε δαίμων κἠν ἁλὶ κἠν χέρσῳ θρέψε κύνεσσι βοράν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기